Home >  Passages > Sophocles Antigone 683-702

Haemon suggests his father change his mind
Αἵμων
πάτερ, θεοὶ φύουσιν ἀνθρώποις φρένας,
πάντων ὅσ’ ἐστὶ κτημάτων ὑπέρτατον.
ἐγὼ δ’ ὅπως σὺ μὴ λέγεις ὀρθῶς τάδε,
οὔτ’ ἂν δυναίμην μήτ’ ἐπισταίμην λέγειν.
γένοιτο μεντἂν χἀτέρῳ καλῶς ἔχον.
σοῦ δ’ οὖν πέφυκα πάντα προσκοπεῖν ὅσα
λέγει τις ἢ πράσσει τις ἢ ψέγειν ἔχει.
τὸ γὰρ σὸν ὄμμα δεινὸν, ἀνδρὶ δημότῃ
λόγοις τοιούτοις, οἷς σὺ μὴ τέρψει κλύων·
ἐμοὶ δ’ ἀκούειν ἔσθ’ ὑπὸ σκότου τάδε,
τὴν παῖδα ταύτην οἷ’, ὀδύρεται πόλις,
πασῶν γυναικῶν ὡς ἀναξιωτάτη
κάκιστ’ ἀπ’ ἔργων εὐκλεεστάτων φθίνει.
ἥτις τὸν αὑτῆς αὐτάδελφον ἐν φοναῖς
πεπτῶτ’ ἄθαπτον μήθ’ ὑπ’ ὠμηστῶν κυνῶν
εἴασ’ ὀλέσθαι μήθ’ ὑπ’ οἰωνῶν τινος.
οὐχ ἥδε χρυσῆς ἀξία τιμῆς λαχεῖν;
τοιάδ’ ἐρεμνὴ σῖγ’ ἐπέρχεται φάτις.
ἐμοὶ δὲ σοῦ πράσσοντος εὐτυχῶς, πάτερ,
οὐκ ἔστιν οὐδὲν κτῆμα τιμιώτερον.
(1B 1 2008)

Download a pdf of this passage


This passage has no constructions associated with it yet