Home >  Passages > Sophocles Antigone 655-672

Creon explains why he must punish family
Κρέων
ἐπεὶ γὰρ αὐτὴν εἷλον ἐμφανῶς ἐγὼ
πόλεως ἀπιστήσασαν ἐκ πάσης μόνην,
ψευδῆ γ’ ἐμαυτὸν οὐ καταστήσω πόλει,
ἀλλὰ κτενῶ. πρὸς ταῦτ’ ἐφυμνείτω Δία
ξύναιμον. εἰ γὰρ δὴ τά γ’ ἐγγενῆ φύσει
ἄκοσμα θρέψω, κάρτα τοὺς ἔξω γένους
ἐν τοῖς γὰρ οἰκείοισιν ὅστις ἔστ’ ἀνὴρ
χρηστός, φανεῖται κἀν πόλει δίκαιος ὤν.
ὅστις δ’ ὑπερβὰς ἢ νόμους βιάζεται
ἢ τοὐπιτάσσειν τοῖς κρατύνουσιν νοεῖ,
οὐκ ἔστ’ ἐπαίνου τοῦτον ἐξ ἐμοῦ τυχεῖν.
ἀλλ’ ὃν πόλις στήσειε τοῦδε χρὴ κλύειν
καὶ σμικρὰ καὶ δίκαια καὶ τἀναντία.
καὶ τοῦτον ἂν τὸν ἄνδρα θαρσοίην ἐγὼ
καλῶς μὲν ἄρχειν, εὖ δ’ ἂν ἄρχεσθαι θέλειν,
δορός τ’ ἂν ἐν χειμῶνι προστεταγμένον
μένειν δίκαιον κἀγαθὸν παραστάτην.
ἀναρχίας δὲ μεῖζον οὐκ ἔστιν κακόν.
(1B 5 2010)

Download a pdf of this passage


This passage has no constructions associated with it yet