Home >  Passages > Sophocles Antigone 531-551

Antigone and Ismene discuss who was responsible for the burying of their brother
Κρέων σὺ δ’, ἣ κατ’ οἴκους ὡς ἔχιδν’ ὑφειμένη
λήθουσά μ’ ἐξέπινες, οὐδ’ ἐμάνθανον
τρέφων δύ’ ἄτα κἀπαναστάσεις θρόνων,
φέρ’, εἰπὲ δή μοι, καὶ σὺ τοῦδε τοῦ τάφου
φήσεις μετασχεῖν, ἢ ’ξομεῖ τὸ μὴ εἰδέναι;
Ἰσμήνη δέδρακα τοὔργον, εἴπερ ἥδ’ ὁμορροθεῖ
καὶ ξυμμετίσχω καὶ φέρω τῆς αἰτίας.
Ἀντιγόνη ἀλλ’ οὐκ ἐάσει τοῦτό γ’ ἡ δίκη σ’, ἐπεὶ
οὔτ’ ἠθέλησας οὔτ’ ἐγὼ ’κοινωσάμην.
Ἰσμήνη ἀλλ’ ἐν κακοῖς τοῖς σοῖσιν οὐκ αἰσχύνομαι
ξύμπλουν ἐμαυτὴν τοῦ πάθους ποιουμένη.
Ἀντιγόνη ὧν τοὔργον, Ἅιδης χοἰ κάτω ξυνίστορες·
λόγοις δ’ ἐγὼ φιλοῦσαν οὐ στέργω φίλην.
Ἰσμήνη μήτοι, κασιγνήτη, μ’ ἀτιμάσῃς τὸ μὴ οὐ
θανεῖν τε σὺν σοὶ τὸν θανόντα θ’ ἁγνίσαι.
Ἀντιγόνη μή μοι θάνῃς σὺ κοινὰ μηδ’ ἃ μὴ ’θιγες
ποιοῦ σεαυτῆς. ἀρκέσω θνῄσκουσ’ ἐγώ.
Ἰσμήνη καὶ τίς βίος μοι σοῦ λελειμμένῃ φίλος;
Ἀντιγόνη Κρέοντ’ ἐρώτα· τοῦδε γὰρ σὺ κηδεμών.
Ἰσμήνη τί ταῦτ’ ἀνιᾷς μ’, οὐδὲν ὠφελουμένη;
Ἀντιγόνη ἀλγοῦσα μὲν δῆτ’ εἰ γελῶ γ’ ἐν σοὶ γελῶ.
Ἰσμήνη τί δῆτ’ ἂν ἀλλὰ νῦν σ’ ἔτ’ ὠφελοῖμ’ ἐγώ;
Ἀντιγόνη σῶσον σεαυτήν· οὐ φθονῶ σ’ ὑπεκφυγεῖν.
Ἰσμήνη οἴμοι τάλαινα, κἀμπλάκω τοῦ σοῦ μόρου;
Ἀντιγόνη σὺ μὲν γὰρ εἵλου ζῆν, ἐγὼ δὲ κατθανεῖν.
ὁμορρόθεω - row together
σύμπλους - fellow-sailor
ἀρκέω - suffice
ἀμπλακισκω - come short
(1B Seen)

Download a pdf of this passage


Constructions illustrated in this passage: