Home >  Passages > Sophocles Antigone 304-331

Creon threatens the guard and instructs him to find who buried Polyneices
Κρέωνἀλλ’ εἴπερ ἴσχει Ζεὺς ἔτ’ ἐξ ἐμοῦ σέβας,
εὖ τοῦτ’ ἐπίστασ’, ὅρκιος δέ σοι λέγω·
εἰ μὴ τὸν αὐτόχειρα τοῦδε τοῦ τάφου
εὑρόντες ἐκφανεῖτ’ ἐς ὀφθαλμοὺς ἐμούς,
οὐχ ὑμὶν Ἅιδης μοῦνος ἀρκέσει, πρὶν ἂν
ζῶντες κρεμαστοὶ τήνδε δηλώσηθ’ ὕβριν,
ἵν’ εἰδότες τὸ κέρδος ἔνθεν οἰστέον
τὸ λοιπὸν ἁρπάζητε, καὶ μάθηθ’ ὅτι
οὐκ ἐξ ἅπαντος δεῖ τὸ κερδαίνειν φιλεῖν.
ἐκ τῶν γὰρ αἰσχρῶν λημμάτων τοὺς πλείονας
ἀτωμένους ἴδοις ἂν ἢ σεσωσμένους.
Φύλαξεἰπεῖν τι δώσεις ἢ στραφεὶς οὕτως ἴω;
Κρέωνοὐκ οἶσθα καὶ νῦν ὡς ἀνιαρῶς λέγεις;
Φύλαξἐν τοῖσιν ὠσὶν ἢ ’πὶ τῇ ψυχῇ δάκνει;
Κρέωντί δὲ ῥυθμίζεις τὴν ἐμὴν λύπην ὅπου;
Φύλαξὁ δρῶν σ’ ἀνιᾷ τὰς φρένας, τὰ δ’ ὦτ’ ἐγώ.
Κρέωνοἴμ’ ὡς λάλημα δῆλον ἐκπεφυκὸς εἶ.
Φύλαξοὔκουν τό γ’ ἔργον τοῦτο ποιήσας ποτέ.
Κρέωνκαὶ ταῦτ’ ἐπ’ ἀργύρῳ γε τὴν ψυχὴν προδούς.
Φύλαξφεῦ·
ἦ δεινὸν ᾧ δοκῇ γε καὶ ψευδῆ δοκεῖν.
Κρέωνκόμψευέ νυν τὴν δόξαν· εἰ δὲ ταῦτα μὴ
φανεῖτέ μοι τοὺς δρῶντας, ἐξερεῖθ’ ὅτι
τὰ δειλὰ κέρδη πημονὰς ἐργάζεται.
(1B Seen)

Download a pdf of this passage


This passage has no constructions associated with it yet