Home >  Passages > Sophocles Antigone 1203-1218

The Messenger reports how Creon heard of Haemon's death
Ἄγγελος
καὶ τύμβον ὀρθόκρανον οἰκείας χθονὸς
χώσαντες αὖθις πρὸς λιθόστρωτον κόρης
νυμφεῖον Ἅιδου κοῖλον εἰσεβαίνομεν.
φωνῆς δ’ ἄπωθεν ὀρθίων κωκυμάτων
κλύει τις ἀκτέριστον ἀμφὶ παστάδα,
καὶ δεσπότῃ Κρέοντι σημαίνει μολών.
τῷ δ’ ἀθλίας ἄσημα περιβαίνει βοῆς
ἕρποντι μᾶλλον ἆσσον, οἰμώξας δ’ ἔπος
ἵησι δυσθρήνητον· ὦ τάλας ἐγώ,
ἆρ’ εἰμὶ μάντις; ἆρα δυστυχεστάτην
κέλευθον ἕρπω τῶν παρελθουσῶν ὁδῶν;
παιδός με σαίνει φθόγγος. ἀλλὰ πρόσπολοι,
ἴτ’ ἆσσον ὠκεῖς καὶ παραστάντες τάφῳ
ἀθρήσαθ’, ἁρμὸν χώματος λιθοσπαδῆ
δύντες πρὸς αὐτὸ στόμιον, εἰ τὸν Αἵμονος
φθόγγον συνίημ’ ἢ θεοῖσι κλέπτομαι.
(1B 2 2008)

Download a pdf of this passage


This passage has no constructions associated with it yet