Home >  Passages > Sophocles Antigone 71-99

Antigone and Ismene argue over the best course of action
Ἀντιγόνηἀλλ’ ἴσθ’ ὁποῖά σοι δοκεῖ, κεῖνον δ’ ἐγὼ
θάψω· καλόν μοι τοῦτο ποιούσῃ θανεῖν.
φίλη μετ’ αὐτοῦ κείσομαι, φίλου μέτα,
ὅσια πανουργήσασ’. ἐπεὶ πλείων χρόνος
ὃν δεῖ μ’ ἀρέσκειν τοῖς κάτω τῶν ἐνθάδε.
ἐκεῖ γὰρ αἰεὶ κείσομαι· σοὶ δ’, εἰ δοκεῖ,
τὰ τῶν θεῶν ἔντιμ’ ἀτιμάσασ’ ἔχε.
Ἰσμήνηἐγὼ μὲν οὐκ ἄτιμα ποιοῦμαι, τὸ δὲ
βίᾳ πολιτῶν δρᾶν ἔφυν ἀμήχανος.
Ἀντιγόνησὺ μὲν τάδ’ ἂν προὔχοι’· ἐγὼ δὲ δὴ τάφον
χώσουσ’ ἀδελφῷ φιλτάτῳ πορεύσομαι.
Ἰσμήνηοἴμοι ταλαίνης, ὡς ὑπερδέδοικά σου.
Ἀντιγόνημὴ ’μοῦ προτάρβει· τὸν σὸν ἐξόρθου πότμον.
Ἰσμήνηἀλλ’ οὖν προμηνύσῃς γε τοῦτο μηδενὶ
τοὔργον, κρυφῇ δὲ κεῦθε, σὺν δ’ αὔτως ἐγώ.
Ἀντιγόνηοἴμοι, καταύδα· πολλὸν ἐχθίων ἔσει
σιγῶσ’, ἐὰν μὴ πᾶσι κηρύξῃς τάδε.
Ἰσμήνηθερμὴν ἐπὶ ψυχροῖσι καρδίαν ἔχεις.
Ἀντιγόνηἀλλ’ οἶδ’ ἀρέσκουσ’ οἷς μάλισθ’ ἁδεῖν με χρή.
Ἰσμήνηεἰ καὶ δυνήσει γ’· ἀλλ’ ἀμηχάνων ἐρᾷς.
Ἀντιγόνηοὐκοῦν, ὅταν δὴ μὴ σθένω, πεπαύσομαι.
Ἰσμήνηἀρχὴν δὲ θηρᾶν οὐ πρέπει τἀμήχανα.
Ἀντιγόνηεἰ ταῦτα λέξεις, ἐχθαρεῖ μὲν ἐξ ἐμοῦ,
ἐχθρὰ δὲ τῷ θανόντι προσκείσει δίκῃ.
ἀλλ’ ἔα με καὶ τὴν ἐξ ἐμοῦ δυσβουλίαν
παθεῖν τὸ δεινὸν τοῦτο· πείσομαι γὰρ οὐ
τοσοῦτον οὐδὲν ὥστε μὴ οὐ καλῶς θανεῖν.
Ἰσμήνηἀλλ’ εἰ δοκεῖ σοι, στεῖχε· τοῦτο δ’ ἴσθ’ ὅτι
ἄνους μὲν ἔρχει, τοῖς φίλοις δ’ ὀρθῶς φίλη.
(1B Seen)

Download a pdf of this passage


This passage has no constructions associated with it yet