Home >  Passages > Homer Odyssey 19.308-322
| Penelope tells the stranger she doesn't think Odysseus will return, but that he should enjoy her hospitality |
| τὸν δ’ αὖτε προσέειπε περίφρων Πηνελόπεια· “αἲ γὰρ τοῦτο, ξεῖνε, ἔπος τετελεσμένον εἴη· τῷ κε τάχα γνοίης φιλότητά τε πολλά τε δῶρα ἐξ ἐμεῦ, ὡς ἄν τίς σε συναντόμενος μακαρίζοι. ἀλλά μοι ὧδ’ ἀνὰ θυμὸν ὀΐεται, ὡς ἔσεταί περ· οὔτ’ Ὀδυσεὺς ἔτι οἶκον ἐλεύσεται, οὔτε σὺ πομπῆς τεύξῃ, ἐπεὶ οὐ τοῖοι σημάντορές εἰσ’ ἐνὶ οἴκῳ οἷος Ὀδυσσεὺς ἔσκε μετ’ ἀνδράσιν, εἴ ποτ’ ἔην γε, ξείνους αἰδοίους ἀποπεμπέμεν ἠδὲ δέχεσθαι. ἀλλά μιν, ἀμφίπολοι, ἀπονίψατε, κάτθετε δ’ εὐνήν, δέμνια καὶ χλαίνας καὶ ῥήγεα σιγαλόεντα, ὥς κ’ εὖ θαλπιόων χρυσόθρονον Ἠῶ ἵκηται. ἠῶθεν δὲ μάλ’ ἦρι λοέσσαι τε χρῖσαί τε, ὥς κ’ ἔνδον παρὰ Τηλεμάχῳ δείπνοιο μέδηται ἥμενος ἐν μεγάρῳ·" |
| (1A 2 2010 Seen) |
Download a pdf of this passage
This passage has no constructions associated with it yet