Home >  Passages > Homer Odyssey 11.1-22

αὐτὰρ ἐπεί ῥ’ ἐπὶ νῆα κατήλθομεν ἠδὲ θάλασσαν,
νῆα μὲν ἂρ πάμπρωτον ἐρύσσαμεν εἰς ἅλα δῖαν,
ἐν δ’ ἱστὸν τιθέμεσθα καὶ ἱστία νηῒ μελαίνῃ,
ἐν δὲ τὰ μῆλα λαβόντες ἐβήσαμεν, ἂν δὲ καὶ αὐτοὶ
βαίνομεν ἀχνύμενοι, θαλερὸν κατὰ δάκρυ χέοντες.
ἡμῖν δ’ αὖ κατόπισθε νεὸς κυανοπρῴροιο
ἴκμενον οὖρον ἵει πλησίστιον, ἐσθλὸν ἑταῖρον,
Κίρκη ἐϋπλόκαμος, δεινὴ θεὸς αὐδήεσσα.
ἡμεῖς δ’ ὅπλα ἕκαστα πονησάμενοι κατὰ νῆα
ἥμεθα· τὴν δ’ ἄνεμός τε κυβερνήτης τ’ ἴθυνε.
τῆς δὲ πανημερίης τέταθ’ ἱστία ποντοπορούσης.
δύσετό τ’ ἠέλιος σκιόωντό τε πᾶσαι ἀγυιαί·
ἡ δ’ ἐς πείραθ’ ἵκανε βαθυρρόου Ὠκεανοῖο.
ἔνθα δὲ Κιμμερίων ἀνδρῶν δῆμός τε πόλις τε,
ἠέρι καὶ νεφέλῃ κεκαλυμμένοι· οὐδέ ποτ’ αὐτοὺς
Ἠέλιος φαέθων καταδέρκεται ἀκτίνεσσιν,
οὔθ’ ὁπότ’ ἂν στείχῃσι πρὸς οὐρανὸν ἀστερόεντα,
οὔθ’ ὅτ’ ἂν ἂψ ἐπὶ γαῖαν ἀπ’ οὐρανόθεν προτράπηται,
ἀλλ’ ἐπὶ νὺξ ὀλοὴ τέταται δειλοῖσι βροτοῖσι.
νῆα μὲν ἔνθ’ ἐλθόντες ἐκέλσαμεν, ἐκ δὲ τὰ μῆλα
εἱλόμεθ’· αὐτοὶ δ’ αὖτε παρὰ ῥόον Ὠκεανοῖο
ᾔομεν, ὄφρ’ ἐς χῶρον ἀφικόμεθ’, ὃν φράσε Κίρκη.
ἴκμενος οὖρος: fair wind
πλησίστιος, -ον: swelling the sails
αὐδήεις, -εσσα, -εν: speaking with human voice
ὅπλον, -ου, τό: ship's rigging
ἄγυια, -ᾶς, ἡ: path of the sea
(1B 1 2015)

Download a pdf of this passage


This passage has no constructions associated with it yet