Home >  Passages > Homer Iliad 21 257-274
| Achilles is overtaken by the river |
| ὡς δ’ ὅτ’ ἀνὴρ ὀχετηγὸς ἀπὸ κρήνης μελανύδρου ἂμ φυτὰ καὶ κήπους ὕδατι ῥόον ἡγεμονεύῃ χερσὶ μάκελλαν ἔχων, ἀμάρης ἐξ ἔχματα βάλλων· τοῦ μέν τε προρέοντος ὑπὸ ψηφῖδες ἅπασαι ὀχλεῦνται· τὸ δέ τ’ ὦκα κατειβόμενον κελαρύζει χώρῳ ἔνι προαλεῖ, φθάνει δέ τε καὶ τὸν ἄγοντα· ὣς αἰεὶ Ἀχιλῆα κιχήσατο κῦμα ῥόοιο καὶ λαιψηρὸν ἐόντα· θεοὶ δέ τε φέρτεροι ἀνδρῶν. ὁσσάκι δ’ ὁρμήσειε ποδάρκης δῖος Ἀχιλλεὺς στῆναι ἐναντίβιον καὶ γνώμεναι εἴ μιν ἅπαντες ἀθάνατοι φοβέουσι, τοὶ οὐρανὸν εὐρὺν ἔχουσι, τοσσάκι μιν μέγα κῦμα διιπετέος ποταμοῖο πλάζ’ ὤμους καθύπερθεν· ὃ δ’ ὑψόσε ποσσὶν ἐπήδα θυμῷ ἀνιάζων· ποταμὸς δ’ ὑπὸ γούνατ’ ἐδάμνα λάβρος ὕπαιθα ῥέων, κονίην δ’ ὑπέρεπτε ποδοῖιν. Πηλεΐδης δ’ ᾤμωξεν ἰδὼν εἰς οὐρανὸν εὐρύν· Ζεῦ πάτερ ὡς οὔ τίς με θεῶν ἐλεεινὸν ὑπέστη ἐκ ποταμοῖο σαῶσαι· ἔπειτα δὲ καί τι πάθοιμι. |
| (1B 1 2007 Seen) |
Download a pdf of this passage
This passage has no constructions associated with it yet