Home >  Passages > Homeric Hymn to Apollo 165-178
| ἀλλ' ἄγεθ' ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν, χαίρετε δ' ὑμεῖς πᾶσαι: ἐμεῖο δὲ καὶ μετόπισθε μνήσασθ', ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων ἐνθάδ' ἀνείρηται ξεῖνος ταλαπείριος ἐλθών: ὦ κοῦραι, τίς δ' ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν ἐνθάδε πωλεῖται, καὶ τέῳ τέρπεσθε μάλιστα; ὑμεῖς δ' εὖ μάλα πᾶσαι ὑποκρίνασθ' ἀμφ' ἡμέων: τυφλὸς ἀνήρ, οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ, τοῦ πᾶσαι μετόπισθεν ἀριστεύουσιν ἀοιδαί. ἡμεῖς δ' ὑμέτερον κλέος οἴσομεν ὅσσον ἐπ' αἶαν ἀνθρώπων στρεφόμεσθα πόλεις εὖ ναιεταώσας: οἱ δ' ἐπὶ δὴ πείσονται, ἐπεὶ καὶ ἐτήτυμόν ἐστιν. αὐτὰρ ἐγὼν οὐ λήξω ἑκηβόλον Ἀπόλλωνα ὑμνέων ἀργυρότοξον ὃν ἠΰκομος τέκε Λητώ. |
Download a pdf of this passage
This passage has no constructions associated with it yet