Home >  Passages > Euripides Trojan Women

Andromache has just heard that her son is to be killed.
ὦ φίλτατ’, ὦ περισσὰ τιμηθεὶς τέκνον,
θανῇ πρὸς ἐχθρῶν μητέρ’ ἀθλίαν λιπών,
ἡ τοῦ πατρὸς δέ σ' εὐγένει’ ἀποκτενεῖ,
ἣ τοῖσιν ἄλλοις γίγνεται σωτηρία,
τὸ δ’ ἐσθλὸν οὐκ ἐς καιρὸν ἦλθέ σοι πατρός.
ὦ λέκτρα τἀμὰ δυστυχῆ τε καὶ γάμοι,
οἷς ἦλθον ἐς μέλαθρον ῞Εκτορός ποτε,
οὐ σφάγιον υἱὸν Δαναΐδαις τέξουσ’ ἐμόν,
ἀλλ’ ὡς τύραννον ̓Ασιάδος πολυσπόρου.
ὦ παῖ, δακρύεις; αἰσθάνῃ κακῶν σέθεν;
τί μου δέδραξαι χερσὶ κἀντέχῃ πέπλων,
νεοσσὸς ὡσεὶ πτέρυγας ἐσπίτνων ἐμάς;
οὐκ εἶσιν ῞Εκτωρ κλεινὸν ἁρπάσας δόρυ
γῆς ἐξανελθὼν σοὶ φέρων σωτηρίαν,
οὐ συγγένεια πατρός, οὐκ ἰσχὺς Φρυγῶν·
λυγρὸν δὲ πήδημ’ ἐς τράχηλον ὑψόθεν
πεσὼν ἀνοίκτως πνεῦμ’ ἀπορρήξεις σέθεν.
ὦ νέον ὑπαγκάλισμα μητρὶ φίλτατον,
ὦ χρωτὸς ἡδὺ πνεῦμα· διὰ κενῆς ἄρα
ἐν σπαργάνοις σε μαστὸς ἐξέθρεψ' ὅδε,
μάτην δ’ ἐμόχθουν καὶ κατεξάνθην πόνοις.
νεοσσός, -οῦ (m.): “young bird”
ἰσχύς, -ύος (f.): “armed might”
πήδημα, -ατος (n.): “leap”
τράχηλος, -ου (m.): “neck”
ἀνοίκτως: “without pity”
ὑπαγκάλισμα, -ατος (n.): “a beloved one”
σπάργανον, -ου (n.): “swaddling-clothes”
(1A 1 2016)

Download a pdf of this passage


This passage has no constructions associated with it yet