Home >  Passages > Euripides Iphigenia in Tauris 939-952

Orestes begins to describe his somewhat chilly reception in Athens on fleeing there in exile after killing his mother.
λέγοιμ’ ἄν· ἀρχαὶ δ’ αἵδε μοι πολλῶν πόνων.
ἐπεὶ τὰ μητρὸς ταῦθ’ ἃ σιγῶμεν κακὰ
ἐς χεῖρας ἦλθε, μεταδρομαῖς Ἐρινύων
ἠλαυνόμεσθα φυγάδες, ἔνθεν μοι πόδα
ἐς τὰς Ἀθήνας δῆτ’ ἔπεμψε Λοξίας,
δίκην παρασχεῖν ταῖς ἀνωνύμοις θεαῖς.
ἔστιν γὰρ ὁσία ψῆφος, ἣν Ἄρει ποτὲ
Ζεὺς εἵσατ’ ἔκ του δὴ χερῶν μιάσματος.
ἐλθὼν δ’ ἐκεῖσε — πρῶτα μέν μ’ οὐδεὶς ξένων
ἑκὼν ἐδέξαθ’, ὡς θεοῖς στυγούμενον·
οἳ δ’ ἔσχον αἰδῶ, ξένια μονοτράπεζά μοι
παρέσχον, οἴκων ὄντες ἐν ταὐτῷ στέγει,
σιγῇ δ’ ἐτεκτήναντ’ ἀπόφθεγκτόν μ’, ὅπως
δαιτὸς γενοίμην πώματός τ’ αὐτοῖς δίχα.
μεταδρομή: “pursuit”, “chase”
Λοξίας, ὁ: Loxias, epithet of Apollo
εἵσατ’ < ἵζω: “establish”
μίασμα, -ατος, τό: “stain”, “taint of guilt”: Ares had murdered Poseidon’s son Halirrhothius.
τεκταίνομαι: here “contrive to make”
(1A 1 2014)

Download a pdf of this passage


This passage has no constructions associated with it yet