Home >  Passages > Euripides Ion 529-543

Ἴωνκαὶ τί μοι λέξεις;
Ξοῦθοςπατὴρ σός εἰμι καὶ σὺ παῖς ἐμός.
Ἴωντίς λέγει τάδε;
Ξοῦθοςὅς σ' ἔθρεψεν ὄντα Λοξίας ἐμόν.
Ἴωνμαρτυρεῖς σαυτῷ.
Ξοῦθοςτὰ τοῦ θεοῦ γ' ἐκμαθὼν χρηστήρια.
Ἴων ἐσφάλης αἴνιγμ' ἀκούσας.
Ξοῦθοςοὐκ ἄρ' ὄρθ' ἀκούομεν.
Ἴων ὁ δὲ λόγος τίς ἐστι Φοίβου;
Ξοῦθοςτὸν συναντήσαντά μοι --
Ἴων τίνα συνάντησιν;
Ξοῦθοςδόμων τῶνδ' ἐξιόντι τοῦ θεοῦ
Ἴων συμφορᾶς τίνος κυρῆσαι;
Ξοῦθοςπαῖδ' ἐμὸν πεφυκέναι.
Ἴων σὸν γεγῶτ', ἢ δῶρον ἄλλως;
Ξοῦθοςδῶρον, ὄντα δ' ἐξ ἐμοῦ.
Ἴων πρῶτα δῆτ' ἐμοὶ ξυνάπτεις πόδα σόν;
Ξοῦθοςοὐκ ἄλλῳ, τέκνον.
Ἴων ἡ τύχη πόθεν ποθ' ἥκει;
Ξοῦθοςδύο μίαν θαυμάζομεν.
Ἴων ἔα. τίνος δέ σοι πέφυκα μητρός;
Ξοῦθοςοὐκ ἔχω φράσαι.
Ἴων οὐδὲ Φοῖβος εἶπε;
Ξοῦθοςτερφθεὶς τοῦτο, κεῖν' οὐκ ἠρόμην.
Ἴων γῆς ἄρ' ἐκπέφυκα μητρός.
Ξοῦθοςοὐ πέδον τίκτει τέκνα.
Ἴων πῶς ἂν οὖν εἴην σός;
Ξοῦθοςοὐκ οἶδ', ἀναφέρω δ' ἐς τὸν θεόν.
(1A 1 1998)

Download a pdf of this passage


This passage has no constructions associated with it yet