Home >  Passages > Euripides Hippolytus 498-515

The nurse convinces Phaedra to use her potions
Φαίδρα ὦ δεινὰ λέξασ’, οὐχὶ συγκλῄσεις στόμα
καὶ μὴ μεθήσεις αὖθις αἰσχίστους λόγους;
Τροφόςαἴσχρ’, ἀλλ’ ἀμείνω τῶν καλῶν τάδ’ ἐστί σοι·
κρεῖσσον δὲ τοὔργον, εἴπερ ἐκσώσει γέ σε,
ἢ τοὔνομ’, ᾧ σὺ κατθανῇ γαυρουμένη.
Φαίδραἆ μή σε πρὸς θεῶν — εὖ λέγεις γάρ, αἰσχρὰ δέ —
πέρα προβῇς τῶνδ’· ὡς ὑπείργασμαι μὲν εὖ
ψυχὴν ἔρωτι, τᾀσχρὰ δ’ ἢν λέγῃς καλῶς,
ἐς τοῦθ’ ὃ φεύγω νῦν ἀναλωθήσομαι.
Τροφόςεἴ τοι δοκεῖ σοι (χρῆν μὲν οὔ σ’ ἁμαρτάνειν·
εἰ δ’ οὖν, πιθοῦ μοι· δευτέρα γὰρ ἡ χάρις),
ἔστιν κατ’ οἴκους φίλτρα μοι θελκτήρια
ἔρωτος, ἦλθε δ’ ἄρτι μοι γνώμης ἔσω,
ἅ σ’ οὔτ’ ἐπ’ αἰσχροῖς οὔτ’ ἐπὶ βλάβῃ φρενῶν
παύσει νόσου τῆσδ’, ἢν σὺ μὴ γένῃ κακή.
δεῖ δ’ ἐξ ἐκείνου δή τι τοῦ ποθουμένου
σημεῖον, ἢ πλόκον τιν’ ἢ πέπλων ἄπο,
λαβεῖν, συνάψαι τ’ ἐκ δυοῖν μίαν χάριν.
(1B 2 2010 Seen)

Download a pdf of this passage


Constructions illustrated in this passage: