Home >  Passages > Euripides Hippolytus 373-391
| Phaedra explains where men go wrong |
| Τροζήνιαι γυναῖκες, αἳ τόδ’ ἔσχατον οἰκεῖτε χώρας Πελοπίας προνώπιον, ἤδη ποτ’ ἄλλως νυκτὸς ἐν μακρῷ χρόνῳ θνητῶν ἐφρόντισ’ ᾗ διέφθαρται βίος. καί μοι δοκοῦσιν οὐ κατὰ γνώμης φύσιν πράσσειν κάκιον· ἔστι γὰρ τό γ’ εὖ φρονεῖν πολλοῖσιν· ἀλλὰ τῇδ’ ἀθρητέον τόδε· τὰ χρήστ’ ἐπιστάμεσθα καὶ γιγνώσκομεν, οὐκ ἐκπονοῦμεν δ’, οἱ μὲν ἀργίας ὕπο, οἱ δ’ ἡδονὴν προθέντες ἀντὶ τοῦ καλοῦ ἄλλην τιν’. εἰσὶ δ’ ἡδοναὶ πολλαὶ βίου, μακραί τε λέσχαι καὶ σχολή, τερπνὸν κακόν, αἰδώς τε. δισσαὶ δ’ εἰσίν, ἡ μὲν οὐ κακή, ἡ δ’ ἄχθος οἴκων. εἰ δ’ ὁ καιρὸς ἦν σαφής, οὐκ ἂν δύ’ ἤστην ταὔτ’ ἔχοντε γράμματα. ταῦτ’ οὖν ἐπειδὴ τυγχάνω προγνοῦσ’ ἐγώ, οὐκ ἔσθ’ ὁποίῳ φαρμάκῳ διαφθερεῖν ἔμελλον, ὥστε τοὔμπαλιν πεσεῖν φρενῶν. λέξω δὲ καί σοι τῆς ἐμῆς γνώμης ὁδόν. |
| (1B 5 2005) |
Download a pdf of this passage
Constructions illustrated in this passage:
- μέν…δέ... (sentence 162)
- articular infinitive (sentence 160)
- infinitive as verbal complement (sentence 160)
- relative clauses misbehaving (sentence 161)
- gerundive (sentence 160)
- possessive dative (sentence 160)