Home >  Passages > Euripides Hippolytus 1286-1306
| Artemis reproaches Theseus and explains Phaedra's actions |
| Ἄρτεμις Θησεῦ, τί τάλας τοῖσδε συνήδῃ, παῖδ’ οὐχ ὁσίως σὸν ἀποκτείνας ψευδέσι μύθοις ἀλόχου πεισθεὶς ἀφανῆ; φανερὰν δ’ ἔσχεθες ἄτην. πῶς οὐχ ὑπὸ γῆς τάρταρα κρύπτεις δέμας αἰσχυνθείς, ἢ πτηνὸς ἄνω μεταβὰς βίοτον πήματος ἔξω πόδα τοῦδ’ ἀνέχεις; ὡς ἔν γ’ ἀγαθοῖς ἀνδράσιν οὔ σοι κτητὸς βιότου μέρος ἐστίν. ἄκουε, Θησεῦ, σῶν κακῶν κατάστασιν. καίτοι προκόψω γ’ οὐδέν, ἀλγυνῶ δέ σε· ἀλλ’ ἐς τόδ’ ἦλθον, παιδὸς ἐκδεῖξαι φρένα τοῦ σοῦ δικαίαν, ὡς ὑπ’ εὐκλείας θάνῃ, καὶ σῆς γυναικὸς οἶστρον ἢ τρόπον τινὰ γενναιότητα· τῆς γὰρ ἐχθίστης θεῶν ἡμῖν ὅσοισι παρθένειος ἡδονὴ δηχθεῖσα κέντροις παιδὸς ἠράσθη σέθεν. γνώμῃ δὲ νικᾶν τὴν Κύπριν πειρωμένη τροφοῦ διώλετ’ οὐχ ἑκοῦσα μηχαναῖς, ἣ σῷ δι’ ὅρκων παιδὶ σημαίνει νόσον. |
| (1A 2 2004 Seen) |
Download a pdf of this passage
This passage has no constructions associated with it yet