Home >  Passages > Euripides Hippolytus 1051-1069

Hippolytus pleads with Theseus; Theseus remains firm.
Ἱππόλυτος οἴμοι, τί δράσεις; οὐδὲ μηνυτὴν χρόνον
δέξῃ καθ’ ἡμῶν, ἀλλά μ’ ἐξελᾷς χθονός;
Θησεύςπέραν γε πόντου καὶ τόπων Ἀτλαντικῶν,
εἴ πως δυναίμην, ὡς σὸν ἐχθαίρω κάρα.
Ἱππόλυτοςοὐδ’ ὅρκον οὐδὲ πίστιν οὐδὲ μάντεων
φήμας ἐλέγξας ἄκριτον ἐκβαλεῖς με γῆς;
Θησεύςἡ δέλτος ἥδε κλῆρον οὐ δεδεγμένη
κατηγορεῖ σου πιστά· τοὺς δ’ ὑπὲρ κάρα
φοιτῶντας ὄρνις πόλλ’ ἐγὼ χαίρειν λέγω.
Ἱππόλυτοςὦ θεοί, τί δῆτα τοὐμὸν οὐ λύω στόμα,
ὅστις γ’ ὑφ’ ὑμῶν, οὓς σέβω, διόλλυμαι;
οὐ δῆτα· πάντως οὐ πίθοιμ’ ἂν οὕς με δεῖ,
μάτην δ’ ἂν ὅρκους συγχέαιμ’ οὓς ὤμοσα.
Θησεύςοἴμοι, τὸ σεμνὸν ὥς μ’ ἀποκτενεῖ τὸ σόν.
οὐκ εἶ πατρῴας ἐκτὸς ὡς τάχιστα γῆς;
Ἱππόλυτοςποῖ δῆθ’ ὁ τλήμων τρέψομαι; τίνος ξένων
δόμους ἔσειμι, τῇδ’ ἐπ’ αἰτίᾳ φυγών;
Θησεύςὅστις γυναικῶν λυμεῶνας ἥδεται
ξένους κομίζων καὶ ξυνοικούρους κακῶν.
(1A 1 2004 Seen)

Download a pdf of this passage


This passage has no constructions associated with it yet