Home >  Passages > Euripides Hecuba 807-823
| After the capture of Troy, Hecabe begs Agamemnon for pity. |
| οἴκτιρον ἡμᾶς, ὡς γραφεύς τ’ ἀποσταθεὶς ἰδοῦ με κἀνάθρησον οἷ’ ἔχω κακά. τύραννος ἦ ποτ’, ἀλλὰ νῦν δούλη σέθεν, εὔπαις ποτ’ οὖσα, νῦν δὲ γραῦς ἄπαις θ’ ἅμα, ἄπολις ἔρημος, ἀθλιωτάτη βροτῶν. οἴμοι τάλαινα, ποῖ μ’ ὑπεξάγεις πόδα; ἔοικα πράξειν οὐδέν· ὦ τάλαιν’ ἐγώ. τί δῆτα θνητοὶ τἄλλα μὲν μαθήματα μοχθοῦμεν ὡς χρὴ πάντα καὶ ματεύομεν, Πειθὼ δὲ τὴν τύραννον ἀνθρώποις μόνην οὐδέν τι μᾶλλον ἐς τέλος σπουδάζομεν μισθοὺς διδόντες μανθάνειν, ἵν’ ἦν ποτε πείθειν ἅ τις βούλοιτο τυγχάνειν θ’ ἅμα; πῶς οὖν ἔτ’ ἄν τις ἐλπίσαι πράξειν καλῶς; οἱ μὲν γὰρ ὄντες παῖδες οὐκέτ’ εἰσί μοι, αὕτη δ’ ἐπ’ αἰσχροῖς αἰχμάλωτος. οἴχομαι· καπνὸν δὲ πόλεως τόνδ’ ὑπερθρῴσκονθ’ ὁρῶ. |
| γραφεύς, -έως (m.): “painter” ἀναθρέω: “examine” ματεύω: “seek” πειθώ, -οῦς (f.): “persuasion” (contrast πείθω: “I persuade”) ἐς τέλος: “thoroughly” |
| (1A 2 2012) |
Download a pdf of this passage
This passage has no constructions associated with it yet