Home >  Passages > Euripides Hecuba 218-233
| Odysseus explains to Hecabe that the victorious Greeks have decided to kill her daughter Polyxena at Achilles’ tomb. |
| Ὀδυσσεύς γύναι, δοκῶ μέν σ’ εἰδέναι γνώμην στρατοῦ ψῆφόν τε τὴν κρανθεῖσαν· ἀλλ’ ὅμως φράσω. ἔδοξ’ Ἀχαιοῖς παῖδα σὴν Πολυξένην σφάξαι πρὸς ὀρθὸν χῶμ’ Ἀχιλλείου τάφου. ἡμᾶς δὲ πομποὺς καὶ κομιστῆρας κόρης τάσσουσιν εἶναι· θύματος δ’ ἐπιστάτης ἱερεύς τ’ ἐπέσται τοῦδε παῖς Ἀχιλλέως. οἶσθ’ οὖν ὃ δρᾶσον; μήτ’ ἀποσπασθῇς βίᾳ μήτ’ ἐς χερῶν ἅμιλλαν ἐξέλθῃς ἐμοί· γίγνωσκε δ’ ἀλκὴν καὶ παρουσίαν κακῶν τῶν σῶν. σοφόν τοι κἀν κακοῖς ἃ δεῖ φρονεῖν. Ἑκάβη αἰαῖ· παρέστηχ’, ὡς ἔοικ’, ἀγὼν μέγας, πλήρης στεναγμῶν οὐδὲ δακρύων κενός. κἄγωγ’ ἄρ’ οὐκ ἔθνῃσκον οὗ μ’ ἐχρῆν θανεῖν, οὐδ’ ὤλεσέν με Ζεύς, τρέφει δ’, ὅπως ὁρῶ κακῶν κάκ’ ἄλλα μείζον’ ἡ τάλαιν’ ἐγώ. |
| κραίνω: here, in passive, meaning “prevail” χῶμα -ατος (n.): “mound” κομιστήρ, -ῆρος (m.): “escort”, “conductor” θῦμα, -ατος (n.): “sacrifice” ὃ δρᾶσον: a colloquial use of the imperative and relative; translate “what you must do” ἀποσπάω: “tear from”, “drag from” |
| (1A 2 2010) |
Download a pdf of this passage
This passage has no constructions associated with it yet