Home >  Passages > Euripides Hecuba 484-500
| After the fall of Troy, the Greek herald Talthybius finds Hecuba lying prostrated on the ground. |
| ΤΑΛΘΥΒΙΟΣ ποῦ τὴν ἄνασσαν δή ποτ' οὖσαν Ἰλίου Ἑκάβην ἂν ἐξεύροιμι, Τρωιάδες κόραι; ΧΟΡΟΣ αὕτη πέλας σοῦ νῶτ' ἔχουσ' ἐπὶ χθονί, Ταλθύβιε, κεῖται συγκεκλῃμένη πέπλοις. ΤΑΛΘΥΒΙΟΣ ὦ Ζεῦ, τί λέξω; πότερά σ' ἀνθρώπους ὁρᾶν ἢ δόξαν ἄλλως τήνδε κεκτῆσθαι μάτην τύχην δὲ πάντα τἀν βροτοῖς ἐπισκοπεῖν; οὐχ ἥδ' ἄνασσα τῶν πολυχρύσων Φρυγῶν, οὐχ ἥδε Πριάμου τοῦ μέγ' ὀλβίου δάμαρ; καὶ νῦν πόλις μὲν πᾶσ' ἀνέστηκεν δορί, αὐτὴ δὲ δούλη γραῦς ἄπαις ἐπὶ χθονὶ κεῖται, κόνει φύρουσα δύστηνον κάρα. φεῦ φεῦ· γέρων μέν εἰμ', ὅμως δέ μοι θανεῖν εἴη πρὶν αἰσχρᾷ περιπεσεῖν τύχῃ τινί. ἀνίστασ', ὦ δύστηνε, καὶ μετάρσιον πλευρὰν ἔπαιρε καὶ τὸ πάλλευκον κάρα. |
| (1A 2 2016) |
Download a pdf of this passage
This passage has no constructions associated with it yet