Home >  Passages > Euripides Hippolytus 1173-1193

A messenger reports to Theseus the reaction of his son Hippolytus upon hearing the news of his exile, which Theseus had ordered.
ἡμεῖς μὲν ἀκτῆς κυμοδέγμονος πέλας
ψήκτραισιν ἵππων ἐκτενίζομεν τρίχας
κλαίοντες· ἦλθε γάρ τις ἄγγελος λέγων
ὡς οὐκέτ’ ἐν γῇ τῇδ’ ἀναστρέψοι πόδα
Ἱππόλυτος, ἐκ σοῦ τλήμονας φυγὰς ἔχων.
ὁ δ’ ἦλθε ταὐτὸν δακρύων ἔχων μέλος
ἡμῖν ἐπ’ ἀκτάς, μυρία δ’ ὀπισθόπους
φίλων ἅμ’ ἔστειχ’ ἡλίκων θ’ ὁμήγυρις.
χρόνῳ δὲ δή ποτ’ εἶπ’ ἀπαλλαχθεὶς γόων·
“τί ταῦτ’ ἀλύω; πειστέον πατρὸς λόγοις.
ἐντύναθ’ ἵππους ἅρμασι ζυγηφόρους,
δμῶες, πόλις γὰρ οὐκέτ’ ἔστιν ἥδε μοι.”
τοὐνθένδε μέντοι πᾶς ἀνὴρ ἠπείγετο,
καὶ θᾶσσον ἢ λέγοι τις ἐξηρτυμένας
πώλους παρ’ αὐτὸν δεσπότην ἐστήσαμεν.
μάρπτει δὲ χερσὶν ἡνίας ἀπ’ ἄντυγος,
αὐταῖς ἐν ἀρβύλαισιν ἁρμόσας πόδας.
καὶ πρῶτα μὲν θεοῖς εἶπ’ ἀναπτύξας χέρας·
“Ζεῦ, μηκέτ’ εἴην εἰ κακὸς πέφυκ’ ἀνήρ·
αἴσθοιτο δ’ ἡμᾶς ὡς ἀτιμάζει πατὴρ
ἤτοι θανόντας ἢ φάος δεδορκότας.”
κυμοδέγμων, -ον: “wave-beaten”
ψήκτρα, -ας (f.): “curry-comb” (for horses)
μέλος δακρύων: translate “strain of tears”
πῶλος, -ου (m. and f.): “foal”, “horse”
ἄντυξ, -υγος (f.): “edge”, “rail”
ἀρβύλη, -ης (f.): “riding boot”
(1A 1 2015)

Download a pdf of this passage


This passage has no constructions associated with it yet