Home >  Passages > Euripides Cyclops 519–538

Enjoy your drink with care.
ΟΔΥΣΣΕΥΣ ΚΥΚΛΩΨ
Οδ. Κύκλωψ,ἄκουσον·ὡςἐγὼτοῦ
Βακχίου τούτου τρίβων εἴμ’, ὃν πιεῖν ἔδωκά σοι.
Κυ. ὁ Βάκχιος δὲ τίς; θεὸς νομίζεται;
Οδ. μέγιστος ἀνθρώποισιν ἐς τέρψιν βίου.
Κυ. ἐρυγγάνω γοῦν αὐτὸν ἡδέως ἐγώ.
Οδ. τοιόσδ’ὁδαίμων·οὐδέναβλάπτειβροτῶν.
Κυ. θεὸς δ’ ἐν ἀσκῷ πῶς γέγηθ’ οἴκους ἔχων;
Οδ. ὅπουτιθῇτις,ἐνθάδ’ἐστὶνεὐπετής.
Κυ. οὐ τοὺς θεοὺς χρὴ σῶμ’ ἔχειν ἐν δέρμασιν.
Οδ. τί δ’, εἴ σε τέρπει γ’; ἢ τὸ δέρμα σοι πικρόν;
Κυ. μισῶ τὸν ἀσκόν· τὸ δὲ ποτὸν φιλῶ τόδε.
Οδ. μένων νυν αὐτοῦ πῖνε κεὐθύμει, Κύκλωψ.
Κυ. οὐ χρή μ’ ἀδελφοῖς τοῦδε προσδοῦναι ποτοῦ;
Οδ. ἔχων γὰρ αὐτὸς τιμιώτερος φανῇ.
Κυ. διδοὺς δὲ τοῖς φίλοισι χρησιμώτερος.
Οδ. πυγμὰς ὁ κῶμος λοίδορόν τ’ ἔριν φιλεῖ.
Κυ. μεθύω μέν, ἔμπας δ’ οὔτις ἂν ψαύσειέ μου.
Οδ. ὦ τᾶν, πεπωκότ’ ἐν δόμοισι χρὴ μένειν.
Κυ. ἠλίθιος ὅστις μὴ πιὼν κῶμον φιλεῖ.
Οδ. ὃς δ’ ἂν μεθυσθείς γ’ ἐν δόμοις μείνῃ σοφός.
τρίβων, -ωνος: “acquainted with”
ἐρυγγάνω: “belch”
εὐπετής, -ές: “at ease”, “comfortable”
κῶμος, -ου: “partying”, “revelry”
(1B 1 2012)

Download a pdf of this passage


This passage has no constructions associated with it yet