Home >  Passages > Euripides Bacchae 925-934

"In a Dionysiac context, costume is never *just* costume."
ΠΕΝΘΕΥΣ: τί φαίνομαι δῆτ ̓; οὐχὶ τὴν Ἰνοῦς στάσιν
ἢ τὴν Ἀγαυῆς ἑστάναι, μητρός γ ̓ ἐμῆς;
ΔΙΟΝΥΣΟΣ: αὐτὰς ἐκείνας εἰσορᾶν δοκῶ σ ̓ ὁρῶν.
ἀλλ ̓ ἐξ ἕδρας σοι πλόκαμος ἐξέστηχ ̓ ὅδε,
οὐχ ὡς ἐγώ νιν ὑπὸ μίτρᾳ καθήρμοσα.
ΠΕΝΘΕΥΣ: ἔνδον προσείων αὐτὸν ἀνασείων τ ̓ ἐγὼ
καὶ βακχιάζων ἐξ ἕδρας μεθώρμισα.
ΔΙΟΝΥΣΟΣ: ἀλλ ̓ αὐτὸν ἡμεῖς, οἷς σε θεραπεύειν μέλει,
πάλιν καταστελοῦμεν· ἀλλ ̓ ὄρθου κάρα.
ΠΕΝΘΕΥΣ: ἰδού, σὺ κόσμει· σοὶ γὰρ ἀνακείμεσθα δή.
(1B 5 2022)

Download a pdf of this passage


This passage has no constructions associated with it yet