Home >  Passages > Aristophanes Frogs 209-240

ΒΑ. βρεκεκεκὲξ κοὰξ κοάξ,
βρεκεκεκὲξ κοὰξ κοάξ.
λιμναῖα κρηνῶν τέκνα,
ξύναυλον ὕμνων βοὰν
φθεγξώμεθʼ, εὔγηρυν ἐμὰν ἀοιδάν,
κοὰξ κοάξ,
ἣν ἀμφὶ Νυσήιον
Διὸς Διόνυσον ἐν
Λίμναισιν ἰαχήσαμεν,
ἡνίχʼ ὁ κραιπαλόκωμος
τοῖς ἱεροῖσι Χύτροισι
χωρεῖ κατʼ ἐμὸν τέμενος λαῶν ὄχλος.
βρεκεκεκὲξ κοὰξ κοάξ.
ΔΙ. ἐγὼ δέ γʼ ἀλγεῖν ἄρχομαι
τὸν ὄρρον ὦ κοὰξ κοάξ·
ὑμῖν δʼ ἴσως οὐδὲν μέλει.
ΒΑ. βρεκεκεκὲξ κοὰξ κοάξ.
ΔΙ. ἀλλʼ ἐξόλοισθʼ αὐτῷ κοάξ·
οὐδὲν γάρ ἐστʼ ἀλλʼ ἢ κοάξ.
ΒΑ. εἰκότως γʼ ὦ πολλὰ πράττων.
ἐμὲ γὰρ ἔστερξαν εὔλυροί τε Μοῦσαι
καὶ κεροβάτας Πὰν ὁ καλαμόφθογγα παίζων·
προσεπιτέρπεται δʼ ὁ φορμικτὰς Ἀπόλλων,
ἕνεκα δόνακος, ὃν ὑπολύριον
ἔνυδρον ἐν λίμναις τρέφω.
βρεκεκεκὲξ κοάξ κοάξ.
ΔΙ. ἐγὼ δὲ φλυκταίνας γʼ ἔχω,
χὠ πρωκτὸς ἰδίει πάλαι,
κᾆτʼ αὐτίκʼ ἐκκύψας ἐρεῖ—
ΒΑ. βρεκεκεκὲξ κοὰξ κοάξ.
ΔΙ. ἀλλʼ ὦ φιλῳδὸν γένος
παύσασθε.
(1B C2 2024 Prac crit)

Download a pdf of this passage


This passage has no constructions associated with it yet