Home >  Passages > Aristophanes Frogs 1500-1523
| Πλούτων ἄγε δὴ χαίρων Αἰσχύλε χώρει, καὶ σῷζε πόλιν τὴν ἡμετέραν γνώμαις ἀγαθαῖς καὶ παίδευσον τοὺς ἀνοήτους· πολλοὶ δ᾽ εἰσίν· καὶ δὸς τουτὶ Κλεοφῶντι φέρων καὶ τουτὶ τοῖσι πορισταῖς Μύρμηκί θ᾽ ὁμοῦ καὶ Νικομάχῳ, τόδε δ᾽ Ἀρχενόμῳ· καὶ φράζ᾽ αὐτοῖς ταχέως ἥκειν ὡς ἐμὲ δευρὶ καὶ μὴ μέλλειν· κἂν μὴ ταχέως ἥκωσιν, ἐγὼ νὴ τὸν Ἀπόλλω στίξας αὐτοὺς καὶ συμποδίσας μετ᾽ Ἀδειμάντου τοῦ Λευκολόφου κατὰ γῆς ταχέως ἀποπέμψω. Αἰσχύλος ταῦτα ποιήσω· σὺ δὲ τὸν θᾶκον τὸν ἐμὸν παράδος Σοφοκλεῖ τηρεῖν καὶ διασῴζειν, ἢν ἄρ᾽ ἐγώ ποτε δεῦρ᾽ ἀφίκωμαι. τοῦτον γὰρ ἐγὼ σοφίᾳ κρίνω δεύτερον εἶναι. μέμνησο δ᾽ ὅπως ὁ πανοῦργος ἀνὴρ καὶ ψευδολόγος καὶ βωμολόχος μηδέποτ᾽ ἐς τὸν θᾶκον τὸν ἐμὸν μηδ᾽ ἄκων ἐγκαθεδεῖται. |
| (1B C2 2024 Prac crit) |
Download a pdf of this passage
This passage has no constructions associated with it yet