Home >  Passages > Sophocles Antigone 902-20

Antigone contemplates her punishment at the hands of Creon for honouring her brother Polyneices' body
νῦν δέ Πολύνεικες, τὸ σὸν
δέμας περιστέλλουσα τοιάδ’ ἄρνυμαι.
καίτοι σ’ ἐγὼ ’τίμησα τοῖς φρονοῦσιν εὖ.
οὐ γάρ ποτ’ οὔτ’ ἄν, εἰ τέκνων μήτηρ ἔφυν,
οὔτ’ εἰ πόσις μοι κατθανὼν ἐτήκετο,
βίᾳ πολιτῶν τόνδ’ ἂν ᾐρόμην πόνον.
τίνος νόμου δὴ ταῦτα πρὸς χάριν λέγω;
πόσις μὲν ἄν μοι κατθανόντος ἄλλος ἦν,
καὶ παῖς ἀπ’ ἄλλου φωτός, εἰ τοῦδ’ ἤμπλακον,
μητρὸς δ’ ἐν Ἅιδου καὶ πατρὸς κεκευθότοιν
οὐκ ἔστ’ ἀδελφὸς ὅστις ἂν βλάστοι ποτέ.
τοιῷδε μέντοι σ’ ἐκπροτιμήσασ’ ἐγὼ
νόμῳ Κρέοντι ταῦτ’ ἔδοξ’ ἁμαρτάνειν
καὶ δεινὰ τολμᾶν, ὦ κασίγνητον κάρα.
καὶ νῦν ἄγει με διὰ χερῶν οὕτω λαβὼν
ἄλεκτρον, ἀνυμέναιον, οὔτε του γάμου
μέρος λαχοῦσαν οὔτε παιδείου τροφῆς,
ἀλλ’ ὧδ’ ἔρημος πρὸς φίλων ἡ δύσμορος
ζῶσ’ εἰς θανόντων ἔρχομαι κατασκαφάς.
ἄρνυμαι - to win
(1B 1 2003)

Download a pdf of this passage


Constructions illustrated in this passage: