Home >  Passages > Plato Euthydemus 273c1-e2

What do two sophists, Euthydemus and Dionysodorus, teach?
μετὰ δὲ τοῦτο εἶπον πρὸς τὸν Κλεινίαν· ὦ Κλεινία, τώδε μέντοι τὼ ἄνδρε σοφώ, Εὐθύδημός τε καὶ Διονυσόδωρος, οὐ τὰ σμικρὰ ἀλλὰ τὰ μεγάλα· τὰ γὰρ περὶ τὸν πόλεμον πάντα ἐπίστασθον, ὅσα δεῖ τὸν μέλλοντα ἀγαθὸν στρατηγὸν ἔσεσθαι, τάς τε τάξεις καὶ τὰς ἡγεμονίας τῶν στρατοπέδων καὶ ὅσα ἐν ὅπλοις μάχεσθαι διδακτέον· οἵω τε δὲ καὶ ποιῆσαι δυνατὸν εἶναι αὐτὸν αὑτῷ βοηθεῖν ἐν τοῖς δικαστηρίοις, ἄν τις αὐτὸν ἀδικῇ.

εἰπὼν οὖν ταῦτα κατεφρονήθην ὑπ’ αὐτοῖν· ἐγελασάτην οὖν ἄμφω βλέψαντε εἰς ἀλλήλω, καὶ ὁ Εὐθύδημος εἶπεν· οὔτοι ἔτι ταῦτα, ὦ Σώκρατες, σπουδάζομεν, ἀλλὰ παρέργοις αὐτοῖς χρώμεθα.

κἀγὼ θαυμάσας εἶπον· καλὸν ἄν που τὸ ἔργον ὑμῶν εἴη, εἰ τηλικαῦτα πράγματα πάρεργα ὑμῖν τυγχάνει ὄντα, καὶ πρὸς θεῶν εἴπετόν μοι τί ἐστι τοῦτο τὸ καλόν.

ἀρετήν, ἔφη, ὦ Σώκρατες, οἰόμεθα οἵω τ’ εἶναι παραδοῦναι κάλλιστ’ ἀνθρώπων καὶ τάχιστα.

ὦ Ζεῦ, οἷον, ἦν δ’ ἐγώ, λέγετον πρᾶγμα· πόθεν τοῦτο τὸ ἕρμαιον ηὑρέτην;
(1B 1 2005)

Download a pdf of this passage


Constructions illustrated in this passage: