Home >  Passages > Lysias Speeches 19.55-57

A litigant tells the jury of his blameless life and how his father contributed to public expenditure without, unlike others, expecting anything in return.
περὶ δ’ ἐμαυτοῦ βραχέα βούλομαι ὑμῖν εἰπεῖν.

ἐγὼ γὰρ ἔτη γεγονὼς ἤδη τριάκοντα οὔτε τῷ πατρὶ οὐδὲν πώποτε ἀντεῖπον, οὔτε τῶν πολιτῶν οὐδείς μοι ἐνεκάλεσεν, ἐγγύς τε οἰκῶν τῆς ἀγορᾶς οὔτε πρὸς δικαστηρίῳ οὔτε πρὸς βουλευτηρίῳ ὤφθην οὐδεπώποτε, πρὶν ταύτην τὴν συμφορὰν γενέσθαι.

περὶ μὲν οὖν ἐμαυτοῦ τοσαῦτα λέγω, περὶ δὲ τοῦ πατρός, ἐπειδὴ ὥσπερ ἀδικοῦντος αἱ κατηγορίαι γεγένηνται, συγγνώμην ἔχετε, ἐὰν λέγω ἃ ἀνήλωσεν εἰς τὴν πόλιν καὶ εἰς τοὺς φίλους· οὐ γὰρ φιλοτιμίας ἕνεκα ἀλλὰ τεκμήριον ποιούμενος ὅτι οὐ τοῦ αὐτοῦ ἐστιν ἀνδρὸς ἄνευ ἀνάγκης τε πολλὰ ἀναλίσκειν καὶ μετὰ κινδύνου τοῦ μεγίστου ἐπιθυμῆσαι ἔχειν τι τῶν κοινῶν.

εἰσὶ δέ τινες οἱ προαναλίσκοντες οὐ μόνου τούτου ἕνεκα ἀλλ’ ἵνα ἄρχειν ὑφ’ ὑμῶν ἀξιωθέντες διπλάσια κομίσωνται. ὁ τοίνυν ἐμὸς πατὴρ ἄρχειν μὲν οὐδεπώποτε ἐπεθύμησε, τὰς δὲ χορηγίας ἁπάσας κεχορήγηκε, τετριηράρχηκε δὲ ἑπτάκις, εἰσφορὰς δὲ πολλὰς καὶ μεγάλας εἰσενήνοχεν.
(1A 1 2012)

Download a pdf of this passage


This passage has no constructions associated with it yet