Home >  Passages > Euripides Iphigeneia in Tauris 499-516

Iphigenia questions a mysterious visitor (Orestes) to Tauris before he can be sacrificed at the temple where she serves as priestess
ἸΦΙΓΕΝΕΙΑ ὈΡΕΣΤΗΣ Ἰφ σοὶ δʼ ὄνομα ποῖον ἔθεθʼ ὁ γεννήσας πατήρ; Ὀρ τὸ μὲν δίκαιον Δυστυχὴς καλοίμεθ’ ἄν. Ἰφ οὐ τοῦτ’ ἐρωτῶ· τοῦτο μὲν δὸς τῇ τύχῃ. Ὀρ ἀνώνυμοι θανόντες οὐ γελῴμεθ’ ἄν. Ἰφ τί δὲ φθονεῖς τοῦτο; ἦ φρονεῖς οὕτω μέγα; Ὀρ τὸ σῶμα θύσεις τοὐμόν, οὐχὶ τοὔνομα. Ἰφ οὐδ’ ἂν πόλιν φράσειας ἥτις ἐστί σοι; Ὀρ ζητεῖς γὰρ οὐδὲν κέρδος, ὡς θανουμένῳ. Ἰφ χάριν δὲ δοῦναι τήνδε κωλύει τί σε; Ὀρ τὸ κλεινὸν Ἄργος πατρίδ’ ἐμὴν ἐπεύχομαι. Ἰφ πρὸς θεῶν, ἀληθῶς, ὦ ξέν’, εἶ κεῖθεν γεγώς; Ὀρ ἐκ τῶν Μυκηνῶν γ’, αἵ ποτ’ ἦσαν ὄλβιαι. Ἰφ φυγὰς δ’ ἀπῆρας πατρίδος, ἢ ποίᾳ τύχῃ; Ὀρ φεύγω τρόπον γε δή τιν’ οὐχ ἑκὼν ἑκών.
τὸ δίκαιον: used adverbially here
κέρδος, εος, τό: “benefit”
ἀπῆρας > ἀπαίρω
(1A 2 2014)

Download a pdf of this passage


This passage has no constructions associated with it yet